previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[403α] δύο λάβδα τὸ πρῶτον ἐλέγετο, ὡς πολλὰ εἰδότος τοῦ θεοῦ. ἴσως δὲ ἀπὸ τοῦ σείειν σείωνὠνόμασται: πρόσκειται δὲ τὸ πεῖ καὶ τὸ δέλτα. τὸ δὲ Πλούτωνος, τοῦτο μὲν κατὰ τὴν τοῦ πλούτου δόσιν, ὅτι ἐκ τῆς γῆς κάτωθεν ἀνίεται πλοῦτος, ἐπωνομάσθη: δὲἍιδης,’ οἱ πολλοὶ μέν μοι δοκοῦσιν ὑπολαμβάνειν τὸ ἀιδὲς προσειρῆσθαι τῷ ὀνόματι τούτῳ, καὶ φοβούμενοι τὸ ὄνομαΠλούτωνακαλοῦσιν αὐτόν. [403β]

Ἑρμογένης
σοὶ δὲ πῶς φαίνεται, Σώκρατες;

Σωκράτης
πολλαχῇ ἔμοιγε δοκοῦσιν ἅνθρωποι διημαρτηκέναι περὶ τούτου τοῦ θεοῦ τῆς δυνάμεως καὶ φοβεῖσθαι αὐτὸν οὐκ ἄξιον ὄν. ὅτι τε γάρ, ἐπειδὰν ἅπαξ τις ἡμῶν ἀποθάνῃ, ἀεὶ ἐκεῖ ἐστιν, φοβοῦνται, καὶ ὅτι ψυχὴ γυμνὴ τοῦ σώματος παρ᾽ ἐκεῖνον ἀπέρχεται, καὶ τοῦτο πεφόβηνται: τὰ δ᾽ ἐμοὶ δοκεῖ πάντα ἐς ταὐτόν τι συντείνειν, καὶ ἀρχὴ τοῦ θεοῦ καὶ τὸ ὄνομα.

Ἑρμογένης
πῶς δή; [403ξ]

Σωκράτης
ἐγώ σοι ἐρῶ γέ μοι φαίνεται. εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἐπιθυμία;

Ἑρμογένης
πολὺ διαφέρει, Σώκρατες, ἐπιθυμία.

Σωκράτης
οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς ἐκεῖσε ἰόντας;

Ἑρμογένης
δῆλα δή.

Σωκράτης
ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.

Ἑρμογένης
φαίνεται.

Σωκράτης
οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;

Ἑρμογένης
ναί. [403δ]

Σωκράτης
τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ κατέχειν.

Ἑρμογένης
ναί.

Σωκράτης
ἔστιν οὖν τις μείζων ἐπιθυμία ὅταν τίς τῳ συνὼν οἴηται δι᾽ ἐκεῖνον ἔσεσθαι ἀμείνων ἀνήρ;

Ἑρμογένης
μὰ Δί᾽ οὐδ᾽ ὁπωστιοῦν, Σώκρατες.

Σωκράτης
διὰ ταῦτα ἄρα φῶμεν, Ἑρμόγενες, οὐδένα δεῦρο ἐθελῆσαι ἀπελθεῖν τῶν ἐκεῖθεν, οὐδὲ αὐτὰς τὰς Σειρῆνας, [403ε] ἀλλὰ κατακεκηλῆσθαι ἐκείνας τε καὶ τοὺς ἄλλους πάντας: οὕτω καλούς τινας, ὡς ἔοικεν, ἐπίσταται λόγους λέγειν Ἅιδης, καὶ ἔστιν, ὥς γ᾽ ἐκ τοῦ λόγου τούτου, θεὸς οὗτος τέλεος σοφιστής τε καὶ μέγας εὐεργέτης τῶν παρ᾽ αὐτῷ, ὅς γε καὶ τοῖς ἐνθάδε τοσαῦτα ἀγαθὰ ἀνίησιν: οὕτω πολλὰ αὐτῷ τὰ περιόντα ἐκεῖ ἐστιν, καὶ τὸνΠλούτωναἀπὸ τούτου ἔσχε τὸ ὄνομα. καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: