previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[437α]

Κρατύλος
πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει.

Σωκράτης
σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴνἐπιστήμην,’ ὡς ἀμφίβολόν ἐστι, καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι ἵστησιν ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἐμβάλλοντας τὸ εἶἑπεϊστήμην,’ ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα. ἔπειτα τὸβέβαιον,’ ὅτι βάσεώς τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλ᾽ οὐ φορᾶς. [437β] ἔπειτα ἱστορίααὐτό που σημαίνει ὅτι ἵστησι τὸν ῥοῦν. καὶ τὸπιστὸνἱστὰν παντάπασι σημαίνει. ἔπειτα δὲ μνήμηπαντί που μηνύει ὅτι μονή ἐστιν ἐν τῇ ψυχῇ ἀλλ᾽ οὐ φορά. εἰ δὲ βούλει, ἁμαρτίακαὶ συμφορά,’ εἰ κατὰ τὸ ὄνομά τις ἀκολουθήσει, φανεῖται ταὐτὸν τῇσυνέσειταύτῃ καὶἐπιστήμῃκαὶ τοῖς ἄλλοις πᾶσι τοῖς περὶ τὰ σπουδαῖα ὀνόμασιν. ἔτι τοίνυν ἀμαθίακαὶ ἀκολασίαπαραπλησία τούτοις φαίνεται: μὲν [437ξ] γὰρ τοῦ ἅμα θεῷ ἰόντος πορεία φαίνεται, ἀμαθία,’ δ᾽ἀκολασίαπαντάπασιν ἀκολουθία τοῖς πράγμασι φαίνεται. καὶ οὕτως, νομίζομεν ἐπὶ τοῖς κακίστοις ὀνόματα εἶναι, ὁμοιότατ᾽ ἂν φαίνοιτο τοῖς ἐπὶ τοῖς καλλίστοις. οἶμαι δὲ καὶ ἄλλα πόλλ᾽ ἄν τις εὕροι εἰ πραγματεύοιτο, ἐξ ὧν οἰηθείη ἂν αὖ πάλιν τὸν τὰ ὀνόματα τιθέμενον οὐχὶ ἰόντα οὐδὲ φερόμενα ἀλλὰ μένοντα τὰ πράγματα σημαίνειν. [437δ]

Κρατύλος
ἀλλ᾽, Σώκρατες, ὁρᾷς ὅτι τὰ πολλὰ ἐκείνως ἐσήμαινεν.

Σωκράτης
τί οὖν τοῦτο, Κρατύλε; ὥσπερ ψήφους διαριθμησόμεθα τὰ ὀνόματα, καὶ ἐν τούτῳ ἔσται ὀρθότης; ὁπότερα ἂν πλείω φαίνηται τὰ ὀνόματα σημαίνοντα, ταῦτα δὴ ἔσται τἀληθῆ;

Κρατύλος
οὔκουν εἰκός γε.

Σωκράτης
οὐδ᾽ ὁπωστιοῦν, φίλε. καὶ ταῦτα μέν γε αὐτοῦ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: