previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας: τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίας ἦν κυνηγὸς ἐπίκλησιν, Περσεὺς Μακεδόνων βασιλεὺς τὴν ἀδελφὴν ἠγγύησεν. καὶ οὐ πολὺ ὕστερον Περσέως καὶ Ῥωμαίων ἐς χεῖρας ἐπ᾽ ἀλλήλους ἰόντων, Προυσίας οὐδετέροις συνεμάχει. Περσέως δ᾽ ἁλόντος ἀπήντησε τοῖς Ῥωμαίων στρατηγοῖς εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενος, καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένος καὶ πῖλον ἐπικείμενος, τρόπῳ τινὲς προΐασι τῶν ἐν διαθήκαις ἐλευθερωθέντων, αἰσχρὸς ὢν καὶ τἆλλα ὀφθῆναι καὶ βραχύς. ἐντυχὼν δ᾽ αὐτοῖς ἔφη ῥωμαϊστὶ τῷ ῥήματιῬωμαίων εἰμὶ λίβερτος,’ ὅπερ ἐστὶν ἀπελεύθερος. γέλωτα δὲ παρασχὼν ἐς Ῥώμην ἐπέμφθη, καὶ φανεὶς κἀνταῦθα γελοῖος ἔτυχε συγγνώμης.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: