previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[117] αὐτοῦ δὲ τοῦ Πομπηίου προῆγον ὅσοι τῶν πεπολεμημένων βασιλέων ἡγεμόνες παῖδες στρατηγοὶ ἦσαν, οἱ μὲν αἰχμάλωτοι ὄντες οἱ δὲ ἐς ὁμηρείαν δεδομένοι, τριακόσιοι μάλιστα καὶ εἴκοσι καὶ τέσσαρες. ἔνθα δὴ καὶ Τιγράνους ἦν παῖς Τιγράνης, καὶ πέντε Μιθριδάτου, Ἀρταφέρνης τε καὶ Κῦρος καὶ Ὀξάθρης καὶ Δαρεῖος καὶ Ξέρξης, καὶ θυγατέρες Ὀρσάβαρίς τε καὶ Εὐπάτρα. παρήγετο δὲ καὶ Κόλχων σκηπτοῦχος Ὀλθάκης, καὶ Ἰουδαίων βασιλεὺς Ἀριστόβουλος, καὶ οἱ Κιλίκων τύραννοι, καὶ Σκυθῶν βασίλειοι γυναῖκες, καὶ ἡγεμόνες τρεῖς Ἰβήρων καὶ Ἀλβανῶν δύο, καὶ Μένανδρος Λαοδικεύς, ἵππαρχος τοῦ Μιθριδάτου γενόμενος. τῶν δὲ οὐκ ἀφικομένων εἰκόνες παρεφέροντο, Τιγράνους καὶ Μιθριδάτου, μαχομένων τε καὶ νικωμένων καὶ φευγόντων. Μιθριδάτου δὲ καὶ πολιορκία, καὶ νὺξ ὅτε ἔφευγεν, εἴκαστο, καὶ σιωπή. ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι. παρεφέρετο δὲ καὶ πίναξ ἐγγεγραμμένων τῶνδε: ‘νῆες ἑάλωσαν χαλκέμβολοι ὀκτακόσιαι: πόλεις ἐκτίσθησαν Καππαδοκῶν ὀκτώ, Κιλίκων δὲ καὶ κοίλης Συρίας εἴκοσι, Παλαιστίνης δὲ νῦν Σελευκίς: βασιλεῖς ἐνικήθησαν Τιγράνης Ἀρμένιος, Ἀρτώκης Ἴβηρ, Ὀροίζης Ἀλβανός, Δαρεῖος Μῆδος, Ἀρέτας Ναβαταῖος, Ἀντίοχος Κομμαγηνός.’ τοσαῦτα μὲν ἐδήλου τὸ διάγραμμα, αὐτὸς δὲ Πομπήιος ἐπὶ ἅρματος ἦν, καὶ τοῦδε λιθοκολλήτου, χλαμύδα ἔχων, ὥς φασιν, Ἀλεξάνδρου τοῦ Μακεδόνος, εἴ τῳ πίστον ἐστιν: ἔοικε δ᾽ αὐτὴν εὑρεῖν ἐν Μιθριδάτου, Κῴων παρὰ Κλεοπάτρας λαβόντων. εἵποντο δὲ αὐτῷ μετὰ τὸ ἅρμα οἱ συστρατευσάμενοι τῶν ἡγεμόνων, οἱ μὲν ἐπὶ ἵππων οἱ δὲ πεζοί. παρελθὼν δ᾽ ἐς τὸ Καπιτώλιον οὐδένα τῶν αἰχμαλώτων ἔκτεινεν ὡς ἕτεροι τῶν θριάμβους παραγόντων, ἀλλ᾽ ἐς τὰς πατρίδας ἔπεμψε δημοσίοις δαπανήμασι, χωρὶς τῶν βασιλικῶν. καὶ τούτων μόνος Ἀριστόβουλος εὐθὺς ἀνῃρέθη, καὶ Τιγράνης ὕστερον. μὲν δὴ θρίαμβος ἦν τοιόσδε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: