previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] ταῦτα δὲ εἰπόντες, οὐκ ἀναμείναντες περὶ τοσοῦδε πολέμου τὴν βουλὴν τὸν δῆμον ἐπιγνώμονα γενέσθαι, στρατιὰν ἤγειρον ἔκ τε Βιθυνίας καὶ Καππαδοκίας καὶ Παφλαγονίας καὶ Γαλατῶν τῶν ἐν Ἀσίᾳ. ὡς δὲ αὐτοῖς τε ἴδιος στρατός, ὅσον εἶχε Λεύκιος Κάσσιος τῆς Ἀσίας ἡγούμενος, ἕτοιμος ἦν ἤδη, καὶ τὰ συμμαχικὰ πάντα συνεληλύθει, διελόμενοι τὸ πλῆθος ἐστρατοπέδευον, Κάσσιος μὲν ἐν μέσῳ Βιθυνίας τε καὶ Γαλατίας, Μάνιος δὲ διαβατὸν ἦν ἐς Βιθυνίαν τῷ Μιθριδάτῃ, Ὄππιος δὲ ἔτερος στρατηγὸς ἐπὶ τῶν ὀρῶν τῶν Καππαδοκίας, ἱππέας ἔχων ἕκαστος αὐτῶν καὶ πεζοὺς ἀμφὶ τοὺς τετρακισμυρίους. ἦν δὲ καὶ νεῶν στόλος αὐτοῖς, οὗ περὶ Βυζάντιον Μινούκιός τε Ῥοῦφος καὶ Γάιος Ποπίλιος ἡγοῦντο, τὸ στόμα τοῦ Πόντου φυλάσσοντες. παρῆν δὲ αὐτοῖς καὶ Νικομήδης, ἄρχων ἑτέρων πεντακισμυρίων πεζῶν καὶ ἱππέων ἑξακισχιλίων. τοσόσδε μὲν αὐτοῖς ἀθρόως στρατὸς ἀγήγερτο: Μιθριδάτῃ δὲ τὸ μὲν οἰκεῖον ἦν μυριάδες πεζῶν πέντε καὶ εἴκοσι καὶ ἱππεῖς τετρακισμύριοι, καὶ νῆες κατάφρακτοι τριακόσιαι, δίκροτα δὲ ἑκατόν, καὶ ἄλλη παρασκευὴ τούτων κατὰ λόγον, στρατηγοὶ δὲ Νεοπτόλεμός τε καὶ Ἀρχέλαος, ἀλλήλων ἀδελφώ, καὶ τοῖς πλείστοις αὐτὸς παρεγίγνετο. συμμαχικὰ δὲ ἦγον αὐτῷ Ἀρκαθίας μέν, αὐτοῦ Μιθριδάτου παῖς, ἐκ τῆς βραχυτέρας Ἀρμενίας μυρίους ἱππέας, καὶ Δορύλαος ... ἐν φάλαγγι ταττομένους, Κρατερὸς δ᾽ ἑκατὸν καὶ τριάκοντα ἅρματα. τοσαύτη μὲν ἦν ἑκατέροις παρασκευή, ὅτε πρῶτον ᾔεσαν ἐς ἀλλήλους Ῥωμαῖοί τε καὶ Μιθριδάτης, ἀμφὶ τὰς ἑκατὸν καὶ ἑβδομήκοντα τρεῖς ὀλυμπιάδας.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: