Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὸν
Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν;’
πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας
ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δ᾽ εἰς
Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν
Ἰταλίαν φυτοῖς ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησεν;