previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τὸ παλαιὸν νόμισμα πῇ μὲν εἶχεν Ἰανοῦ διπρόσωπον εἰκόνα, πῇ δὲ πλοίου πρύμναν πρῷραν ἐγκεχαραγμένην;’

πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν;

τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν, καὶ γὰρ Ἰανὸς καὶ Εὔανδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν, ἐκεῖνο δ᾽.' ἄν τις μᾶλλον εἰκάσειεν ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δ᾽ ἀναγκαῖα: καὶ μέγιστον τῶν μὲν καλῶν εὐνομία, τῶν δ᾽ ἀναγκαίων εὐπορία: ἐπεὶ τοίνυν εὐκοσμίαν μὲν Ἰανὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει, τῶν ἀναγκαίων ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δ᾽ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον.

ἑτέρῳ δ᾽ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ [p. 72] πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες: διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς παλαιοῖς, Συίλλιοι καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας εἴρηκεν.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: