Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί πύλην μίαν θυρίδα καλοῦσι, τὴν γὰρ
' φενέστραν ' τοῦτο σημαίνει, καὶ παρ᾽ αὐτὴν ὁ
καλούμενος Τύχης θάλαμός ἐστι;’
πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος
γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ
διὰ θυρίδος πρὸς αὐτόν;
ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος
προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν
ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ
τόπος τὴν ἐπωνυμίαν;