Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοῦ θριαμβεύσαντος εἶτ᾽ ἀποθανόντος
καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν
πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ
Λιπαραῖος ἱστόρηκεν;’
ἢ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις
ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς
μόνον ἀλλὰ καὶ τοὺς ἀπ᾽ αὐτῶν ἐνθάπτεσθαι
τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ: καὶ
φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καιομένην, εἶτ᾽ εὐθὺς αἴρεσθαι,, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.