previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν ὑπαίθρῳ ἀλείφεσθαι;’

πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ ὅσιον ἦν οὐδὲ καλόν, οὐδὲ συνελούοντο τὸ παλαιὸν ἀλλήλοις; πατὴρ δ᾽ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστά πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον.

, καθάπερ ἐν ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον ἀέρα καὶ τὸν [p. 68] ὑπουράνιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς οἰκίαις πρὸς τὸ θεῖον.

τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρ᾽ ἡμῖν τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὅροις ἐμβαίνειν ἴδια λειτουργήματα τοῦ ἄρχοντός ἐστι: τὸ δ᾽ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδ᾽ ἄμπελον τέμνειν πρὸ ἰσημερίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ ἄρχοντος: ἑκατέρου γὰρ καιρὸς ἐκεῖνός ἐστι.

τὸν αὐτὸν οὖν τρόπον, ὡς ἔοικε, καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως ἴδιόν ἐστι τὸ μήθ᾽ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν μήτ᾽ ἀποτίθεσθαι τὸν πῖλον, ἀφ᾽ οὗ καὶφλᾶμενκέκληται. πολλὰ δ᾽ ἄλλα δηλοῦται πᾶσι διὰ τοῦ ἱερέως: ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλείφεσθαι. τὸ γάρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι καὶ μαλακίας ὡς τὰ γυμνάσια καὶ τὰς παλαίστρας πολὺν ἄλυν καὶ σχολὴν ἐντικτούσας ταῖς πόλεσι καὶ κακοσχολίαν καὶ τὸ παιδεραστεῖν [p. 70] καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφ᾽ ὧν ἔλαθον ἐκρυέντες τῶν ὅπλων καὶ ἀγαπήσαντες ἀνθ᾽ ὁπλιτῶν καὶ ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καλοὶ λέγεσθαι. ταῦτα γοῦν ἔργον ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους: οἱ δὲ κατ᾽ οἰκίαν ἀλειφόμενοι καὶ θεραπεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: