Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοῦ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔξω τῆς
πόλεώς ἐστι;’
πότερον ὅτι τὰς ἔξω διατριβὰς ὑγιεινοτέρας
ἐνόμιζον εἶναι τῶν ἐν ἄστει; καὶ γὰρ Ἕλληνες ἐν
τόποις καὶ καθαροῖς καὶ ὑψηλοῖς ἐπιεικῶς ἱδρυμένα
τὰ Ἀσκληπιεῖα ἔχουσιν.
ἢ ὅτι τὸν θεὸν ἐξ Ἐπιδαύρου μετάπεμπτον
ἥκειν νομίζουσιν, Ἐπιδαυρίοις δ᾽ οὐ κατὰ πόλιν ἀλλὰ πόρρω τὸ Ἀσκληπιεῖόν ἐστιν;
ἢ ὅτι τοῦ δράκοντος ἐκ τῆς τριήρους κατὰ τὴν νῆσον ἀποβάντος καὶ ἀφανισθέντος αὐτὸν ᾤοντο τὴν ἵδρυσιν ὑφηγεῖσθαι τὸν θεόν;