previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τότε δ᾽ οὖν τῆς δίκης τοῦτο λαβούσης τὸ τέλος μὲν δῆμος ἀπελύετο προσειληφὼς ἀνόητον αὔχημα καὶ καθῃρηκέναι τὴν ἀριστοκρατίαν οἰόμενος, οἱ δὲ πατρίκιοι κατηφεῖς τε καὶ ταπεινοὶ καὶ δι᾽ αἰτίας [p. 106] ἔχοντες τὸν Οὐαλέριον, ὑφ᾽ οὗ πεισθέντες ἐπέτρεψαν τῷ δήμῳ τὴν δίκην: ἦν τ᾽ οἰμωγὴ καὶ δάκρυα τῶν οἰκτειρόντων τε καὶ προπεμπόντων τὸν Μάρκιον. [2] αὐτὸς δ᾽ Μάρκιος οὔτ᾽ ἀνακλαυσάμενος ὤφθη τὰς αὑτοῦ τύχας οὔτ᾽ ἀποιμώξας οὔτ᾽ ἄλλο εἰπὼν δράσας ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοφροσύνης οὐδ᾽ ὁτιοῦν: ἔτι δὲ μᾶλλον ἐδήλωσε τὴν γενναιότητα καὶ τὴν καρτερίαν τῆς γνώμης, ἐπειδὴ οἴκαδε ἀφικόμενος γυναῖκά τ᾽ εἶδε καὶ μητέρα καταρρηγνυμένας τοὺς πέπλους καὶ τὰ στέρνα τυπτούσας καὶ οἷα εἰκός ἐστιν ἐπὶ τοιαύταις συμφοραῖς λέγειν τὰς ἀποζευγνυμένας ἀπὸ τῶν ἀναγκαιοτάτων σφίσι θανάτοις φυγαῖς ἀναβοώσας. [3] οὐθὲν γὰρ πρὸς τὰ δάκρυα καὶ τοὺς θρήνους τῶν γυναικῶν ἔπαθεν, ἀσπασάμενος δ᾽ αὐτὰς μόνον, καὶ παρακαλέσας γενναίως φέρειν τὰς συμφοράς, τούς τε παῖδας αὐταῖς παρακαταθέμενος: γὰρ πρεσβύτερος τῶν παίδων ἦν δέκα γεγονὼς ἔτη, δὲ νεώτερος ἔτι ὑπαγκάλιος: ἄλλο δ᾽ οὐθὲν οὔτε φιλοφρονησάμενος οὔτε διοικησάμενος οἷς εἰς τὴν φυγὴν χρήσεσθαι ἔμελλεν, ἐξῄει κατὰ σπουδὴν ἐπὶ τὰς πύλας οὐθενὶ δηλώσας, ὅποι τὴν ἀπαλλαγὴν ποιήσοιτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: