previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ βουλὴ δέους ἀνάπλεως ἐγένετο, καὶ ἀχανὴς ἦν ἕκαστος οὐκ ἔχων συμβαλεῖν, τι τὸ δηλούμενον ἦν ὑπὸ τοῦ θεοῦ, καὶ τίς ποτε τῆς πομπῆς ὀρχηστὴς προηγούμενος οὐ καλὸς αὐτῷ ἐφάνη. ἔπειτα λέγει τις ἐξ αὐτῶν ἀναμνησθεὶς τὸ γενόμενον, καὶ πάντες ἐμαρτύρησαν. ἦν δὲ τοιόνδε: ἀνὴρ Ῥωμαῖος οὐκ ἀφανὴς θεράποντα ἴδιον ἐπὶ τιμωρίᾳ θανάτου παραδοὺς τοῖς ὁμοδούλοις ἄγειν, ἵνα δὴ περιφανὴς τιμωρία τοῦ ἀνθρώπου γένηται, δι᾽ ἀγορᾶς αὐτὸν ἐκέλευσε μαστιγούμενον ἕλκειν καὶ εἴ τις ἄλλος ἦν τῆς πόλεως τόπος ἐπιφανὴς ἡγούμενον τῆς πομπῆς, ἣν ἔστελλε τῷ θεῷ κατ᾽ ἐκεῖνον τὸν καιρὸν πόλις. [2] οἱ δ᾽ ἄγοντες τὸν θεράποντα ἐπὶ τὴν τιμωρίαν τὰς χεῖρας ἀποτείναντες ἀμφοτέρας καὶ ξύλῳ προσδήσαντες παρὰ τὰ στέρνα τε καὶ τοὺς ὤμους καὶ μέχρι τῶν καρπῶν διήκοντι παρηκολούθουν ξαίνοντες μάστιξι γυμνὸν ὄντα. δ᾽ ἐν τοιᾷδε ἀνάγκῃ κρατούμενος ἐβόα τε φωνὰς δυσφήμους, ἃς ἀλγηδὼν ἐβούλετο, καὶ κινήσεις διὰ τὴν αἰκίαν ἀσχήμονας ἐκινεῖτο. τοῦτον δὴ πάντες ἐνόμισαν [p. 110] εἶναι τὸν ὑπὸ τοῦ θεοῦ μηνυόμενον ὀρχηστὴν οὐ καλόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: