previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καιρὸς οὕτω συνῆγε. θεοῦ δὲ, φησὶ Πίνδαρος, δείξαντος ἀρχὴν εὐθεῖα δὴ κέλευθος ἑλεῖν τὸ προκείμενον. καὶ δῆτα σοὶ μὲν πλεῖν ἡμῖν ἐξ οὐρίας τε καὶ ἐπὶ χρηστοῖς καὶ [p. 572]δευτέρων ἀμεινόνων ἀγγέλλεσθαι, ἡμῖν δ᾽ αὖ τὰ ἡμέτερα ἐξ οὐρίας τε ἀγωνίζεσθαι καὶ ῥοθίῳ κώπῃ παρενεγκεῖν ἅπαντας Ἕλληνας ὅσον πλεῖστον ἔξεστιν, Ἀσκληπιός τε προστάτης ἡμέτερος καὶ Ζεὺς πάντα νέμειν κύριος παρέχοι διὰ τέλους. καὶ ταῦτα μὲν δὴ ταῦτα. μέτειμι δὲ ἐφ᾽ ἕτερον προοίμιον κατὰ Στησίχορον. σκιαμαχεῖν μὲν οὖν πως οἶδ᾽ ὅτι δεῖ, πρὸς οὓς γὰρ εἰρήσεται τὰ λεγόμενα οὐχ ἥκουσιν. ὥστε συμβαίνει ἅμα μὲν σχεδὸν ὥσπερ ἂν εἰς μάτην γίγνεσθαι τοὺς λόγους, ἅμα δ᾽ εἶναι σαφέστατον ὡς ὀρθῶς καὶ προσηκόντως εἰρήσονται. αὐτόθεν γάρ που φανερὸν ὅτι οὐ τὸ ἡμέτερον αἴτιον οὔτε νῦν οὔτε ἄλλοτε πώποτε σὺν θεοῖς εἰπεῖν, ἀλλ᾽ τούτων περὶ πάντα συνήθης ῥᾳθυμία. σκεψώμεθα δὲ ὥσπερ ἀντωμοσίαν τινὰ γραφήν. ἀδικεῖν φασί με τὰς μελέτας τῶν λόγων οὐ συνεχεῖς ποιούμενον: εἶναι γὰρ ἂν πάντα ἐπ᾽ ἐμοί τε καὶ ὑπ᾽ ἐμοὶ, καὶ τοῦτο ὁμαλῶς ὑπὸ πάντων λέγεσθαι τὸ εἰ ἐβούλετο: κἂν βουληθῇ ποτε, τοῦτ᾽ ἐστὶ τὸ ἔγκλημα. εἰ μὲν οὖν κεχαρισμένον τινὰ ἀκοῦσαι λόγον ζητεῖτε, ὥσπερ ἡνίκ᾽ ἂν πανηγυρίζων τυγχάνω, ληρεῖτε, εἰ δ᾽ ἀνέξεσθε τἀληθῆ λέγοντος, οὐ πάνυ μέμψεως ἄξιος ἡγοῦμαι φανήσεσθαι. πάντως δὲ οὔτε πανήγυρις τὸ νῦν εἶναι οὔτε παρουσία τοσαύτη ξένων, ἐν οἷς ἐξελεγχόμενοι δυσχερῶς οἴσεσθελέγω γὰρ οὖν ὡς πρὸς παρόντας τοὺς ἄνδραςἀλλ᾽ ἐν ἐλάττοσιν ἐπὶ Ληναίῳ τὰ τῆς παρρησίας ἔσται. διελέχθην μὲν οὖν ὑμῖν καὶ πρότερον περὶ τούτων, ἡνίχ᾽ λοιμὸς ἤκμαζε, τοῦ θεοῦ παρελθεῖν κελεύσαντος: [p. 573]εἰρήσεται δὲ καὶ ταῦτα τῆς αὐτῆς γνώμης ἐχόμενα, ἵν᾽ εἰδῆτε ὅτι ἐγὼ μὲν οὐδ᾽ ἐν αὐτοῖς τοῖς σφαλερωτάτοις καιροῖς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: