previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κάλλιστα, ἕως ἔξεστιν, ἵν᾽ εἰ μὲν τῆς σωζομένης μοίρας εἴημεν, ἐν τοῖς καλλίστοις σωζοίμεθα, ἐν μαθήμασι καὶ λόγοις, καὶ μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι νύκτα ἐκ νυκτὸς καὶ ἡμέραν ἐξ ἡμέρας καλινδοίμεθα, εἰ δὲ μὴ, κέρδος γ᾽ πᾶν τί τις προὔλαβεν. πρὸς θεῶν λούσασθαι μὲν κέρδος ἐστὶ ζῶντα, καὶ τελευτήσαντα μενεῖ δήπουθεν, λόγων δὲ ὧν εἴργεσθαι μετὰ τὴν τελευτὴν ἀνάγκη, τούτων ζῶντα ἀπολαῦσαι, καὶ αὐτὸν λέγοντα καὶ ἑτέρῳ παρόντα, ἀηδία, καὶ τῇ μὲν ἑταίρᾳ συγγενέσθαι κεφάλαιον εὐδαιμονίας, ἀνδρὶ δὲ τῷ πρώτῳ τῶν Ἑλλήνων συγγενέσθαι καὶ ὁσονοῦν εἰς κατάραν τελεῖ; καὶ τῇ μὲν γαστρὶ χαριστέον, ἐξ ἧς αἱ πλεῖσται τῶν νόσων, ὅσα δ᾽ εἰς λόγους ὕθλον ἄλλως καὶ σκιὰν ὑποληπτέον, χρηστοὶ καὶ τὴν οἰκουμένην ὑμεῖς παιδεύοντες πρὶν ὑμᾶς αὐτούς; ἀλλ᾽ ὥσπερ ἐμὲ ἀξιοῦτε βούλεσθαι λέγειν, οὕτως ὑμῖν αὐτοῖς παρακελεύσασθε ἐμὲ ποιεῖν βούλεσθαι λέγειν, εἰ δὲ μὴ, ἑκάτεροι τὸ ἑαυτῶν πράξομεν. ἐγὼ μὲν γὰρ οὐδ᾽ οὕτως ἀνήσω λέγων, ἕως ἂν θεὸς εὐμενὴς , ὑμεῖς δὲ ἀγνοήσετε ἀεί. ταῦτ᾽ οὖν, εἰ μὲν βούλεσθε, ἀπολογίαν, εἰ [p. 583] δὲ βούλεσθε, ἐπιτίμησιν ἀπ᾽ εὐνοίας, εἰ δὲ καὶ ὡς ἀμφότερα εἰρήσεται, ἀλλ᾽ οὖν ἀληθῆ γε καὶ συμφέροντα ἀκούειν ἅπασιν εἴρηται. οὖν παυστέον, φησὶ Δημοσθένης, τούτων τῶν ἐθῶν, τοῦ γ᾽ Ἱππολύτου καὶ τοῦ Βελλεροφόντου μὴ ῥᾳδίως οὑτωσὶ καταψεύδεσθε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: