previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα οὐκ ἐνδείᾳ δόξης. σὺν γὰρ θεοῖς εἰπεῖν τοσαύτη γεγένηται ὥστε μὴ ἀγωνίζεσθαι δεῖν ὑπὲρ τοῦ λαβεῖν αὐτὴν, ἀλλ᾽ ἀσφαλῶς ἔχειν σιωπᾶν ὑπὲρ τοῦ τὴν οὖσαν διασώσασθαι. καὶ μὴν τοῖς ἰδίᾳ συνιέναι σπουδάσασιν οὐκ ἀγωνιζόμενον μόνον παρέσχον ἐμαυτὸν, ἀλλὰ καὶ παραδεικνύντα ἐπιεικῶς ἐξ ὧν ᾤμην τι βελτίους ἔσεσθαι. εἶεν. τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ τούτοις παραπλήσια. σκέψασθε δὲ καὶ τὰ ὑμέτερ᾽ αὐτῶν ἐν τῷ μέρει πρὸς ταῦτα, δυσέρωτες ὑμεῖς, οἳ φιλεῖτε μὲν οὑτωσὶ διαφερόντως καὶ τῶν Ἑλλήνων ἄκρον εἶναι πεπιστεύκατε, καὶ ταῦτα κἀν τοῖς [p. 579] γυμνασίοις καὶ κατὰ τὴν ἀγορὰν βοᾶτε, πεπόνθατε δὲοὐδὲν ἐρῶ πικρότερον, θαρρεῖτεταυτὸν τοῖς παισὶ τῶν ἐπιφανῶν ἀνδρῶν. καὶ γὰρ ἐκείνοις ἀρκεῖ τοὺς πατέρας αὐτοῖς εἶναι τοιούτους, αὐτοὶ δ᾽ ὡς τὰ πολλὰ τρυφῶσι: καὶ ὑμῖν ἀρκεῖ παρεῖναι ἐμὲ καὶ λέγειν, τὸ δ᾽ ἀπαντᾶν καὶ μετέχειν τῶν ξένων ἅπαν ἠξιώσατε εἶναι. ἀλλ᾽ ἀντὶ τοῦ βαδίζειν ἐπὶ τὰς ἀκροάσεις περὶ τὰς κολυμβήθρας οἱ πλείους διατρίβετε, εἶτα θαυμάζετε, εἴ τινες ὑμᾶς τῶν λεγόντων λανθάνουσι: τὸ δ᾽ ἀληθὲς οὐ βούλεσθε, οἶμαι, πρὸς ὑμᾶς αὐτοὺς λέγειν, ὅτι οὐκ ἔνεστι λίθων ἐρῶντας οὐδὲ λουτρῶν ἐξηρτημένους οὐδ᾽ μὴ δεῖ τιμῶντας τὰς περὶ τοὺς λόγους διατριβὰς γιγνώσκειν, ἀλλὰ τὰ ὑμέτερ᾽ αὐτῶν ἀνατίθετ᾽ ἐμοὶ καὶ βλασφημεῖτε μετ᾽ εὐφημίας, εἰ γὰρ ἐβούλετο, καὶ τοιαυτὶ λέγοντες, ὡς νῦν γε νυστάζοντα δηλονότι. καίτοι λόγος μὲν λόγον, ὥς φησιν Ὅμηρος, ἀμείβεται, καὶ ὁποῖ᾽ ἄττ᾽ ἂν εἴπῃ τοιαῦτ᾽ ἂν ἀκούσεσθαι χρὴ προσδοκᾶν, ῥήτορα δ᾽ εἶναι φάσκοντα λαβόντα αἰτίαν οὐ προσήκουσαν μὴ χρήσασθαι τοῖς οἰκείοις ὀργάνοις ἔσχατα συμφορᾶς.

ἐγὼ τοίνυν θεῶν εὐμενῶν ὄντων τοὺς μὲν κατ᾽ αὐτοὺς τοὺς λόγους ἀγῶνας οὐ σφόδρα φήσαιμ᾽ ἂν δεδιέναι, δέδοικα δὲ τοὺς δεινοὺς ἀνταγωνιστάς. εἴπω τίνας; τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: