previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀρξάμενος δ᾽ ἐξ ἐκείνου δεῦρ᾽ ἀεὶ διαγέγονα σχολάζων μαθήμασι καὶ λόγοις ὅσα μὴ χρεία σώματος διεκώλυσεν, χρόνων περίοδοι συμφορὰς ἐνεγκοῦσαι μείζους τῆς προαιρέσεως. ἀλλ᾽ ὅμως καὶ τούτοις διεγιγνόμεθα ὥσπερ τις Ὀδυσσεὺς, ἐχόμενοι τῆς σχεδίας, ἅτε οὐδ᾽ ἔρημοι πλέοντες ἡμεῖς γε, ἀλλ᾽ ὑπὸ τῷ μεγίστῳ καὶ φιλανθρωποτάτῳ τῶν κυβερνητῶν, ὃς ἡμῖν ἀήτας ἀνεῖχε τὸ μὴ καταδῦναι. μόνοι δὲ ὧν ἴσμεν Ἑλλήνων οὐ πλούτου χάριν, οὐ δόξης, οὐ τιμῆς, οὐ γάμων, οὐ δυναστείας, οὐ προσθήκης οὐδεμιᾶς τοῖς λόγοις ἐπεχειρήσαμεν, ἀλλ᾽ αὐτῶν ἐρασταὶ καθαρῶς καταστάντες ἐτιμήθημεν τὰ πρέποντα ὑπὸ τῶν λόγων. ἄλλοις μὲν οὖν ὁμιλία παιδικῶν ἡδὺ, τοῖς δὲ ὡς πλεῖστα λούσασθαι, τοῖς δ᾽ εἰς πλῆθος πιεῖν, τοὺς δ᾽ ἵπποι καὶ κύνες ἐξέπληξαν. καὶ νὴ Δί᾽ οἱ μὲν παιδιᾷ προσέχοντες ἀφεστᾶσι τῶν λόγων, οἱ δ᾽ ἕτερ᾽ ἄττα σπουδάζοντες. ἐμοὶ δὲ λόγοι πάσας προσηγορίας καὶ πάσας δυνάμεις ἔχουσι. καὶ γὰρ παῖδας καὶ γονέας καὶ πράξεις τε [p. 578] καὶ ἀναπαύσεις καὶ πάντα ἐθέμην τούτους. καὶ τὴν Ἀφροδίτην ἐπὶ τούτοις καλῶ. ταῦτα δέ μοι παίζεται καὶ ταῦτα σπουδάζεται, τούτοις χαίρω, τούτους ἀσπάζομαι, ἐπὶ τὰς τούτων φοιτῶ θύρας, καὶ πολλὰ ἂν ἔχων ἔτι πρὸς τούτοις ἕτερ᾽ εἰπεῖν, παραλείπω τοῦ μὴ φορτικὸς εἶναι δοκεῖν. ἀλλὰ μὴν ὑπέρ γε τῆς δόξης οὕτω διενοήθην, ἀπαντῶσαν μὲν αὐτὴν δέχεσθαι καὶ στέρχειν: γὰρ ἂν παντάπασι βλὰξ εἴην τις: πραγματεύεσθαι δὲ μηδὲν εἰς αὐτὴν ἔξω τῶν λόγων αὐτῶν καὶ τῆς περὶ τὸν βίον ὀρθότητος συμφώνου τούτοις, ἀλλ᾽ εἰ μέν τις εἰς ταῦτα ὁρῶν βούλοιτο θαυμάζειν, εἰ δὲ μὴ, χαίρειν ἐᾶν.

παρόδους τοίνυν εἰς τὸ δημόσιον πλείστας ὧν ἐγὼ σύνοιδα ἐποιησάμην, καὶ ταῦτα μὴ πόρρωθεν, εἰ βούλεσθε, ἀλλ᾽ ἐξ αὐτῶν τῶν παρόντων τουτωνὶ χρόνων σκέψασθε. τίνα γὰρ πανήγυριν ἡμεῖς τίνα σύλλογον παρεῖμεν τὸ μὴ οὐ κοσμῆσαι τὴν πόλιν ἐν τῷ μέσῳ; καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: