previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παράσχες μοι κεῖραι σεαυτὸν, τῶν ὀνύχων ἀφελεῖν, ξέσαι, ταῦτα γὰρ ἔσθ᾽ 'μὴ τέχνη; ἀλλ᾽ οἶμαι, κἂν ἁλουργίδα τις φορῇ κἂν ὁπωσοῦν σεμνὸς, αὐτὸς εἶσι παρ᾽ ἐκεῖνον καὶ καλεῖ γε ὡς αὑτὸν, ὅταν του τῶν ἐκείνου δεηθῇ.

καὶ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον τεχνῶν; σχεδὸν γὰρ πάντα ὡς ἔπος εἰπεῖν οὕτως ἔχοντα εὑρήσομεν. εἶθ᾽ οἳ μὲν οὐδ᾽ αὐτοὶ μεῖζον φρονεῖν οὐδενὸς ἀξιώσαιεν ἂν, οἶμαι δ᾽ οὐδ᾽ ἴσον τοῖς ἄλλοις, ἀλλὰ καὶ τέχνην ταύτην ἔχουσιν ὑπηρετεῖν τοῖς πολλοῖς, οὗτοι μὲν τοὺς δεησομένους ἀναμενοῦσι καὶ οὐ ταπεινωθήσονται περαιτέρω τοῦ σχήματος, οἱ δὲ τὴν καλλίστην καὶ τὴν ἐλευθεριωτάτην ἐπαγγελλόμενοι δύναμιν, δι᾽ ἧς ἅπαντα πράγματα ἐξετάζεται καὶ δοκιμάζεται, καὶ μικρὰ καὶ μείζω καὶ [p. 575]καλλίω καὶ θάτερα, οὗτοι δ᾽ οὐκ εἰ μηδὲν ἄλλο, τούτους γε μιμήσονται, καὶ τὴν μὲν τῶν λόγων ἐπιμέλειάν τε καὶ μελέτην αὑτοῖς προσήκειν νομιοῦσι, τὸ δ᾽ τούτοις ἑαυτοῖς χρῆσθαι, τοῦτο δ᾽ ἑτέρων ἔργον ἡγήσονται; καὶ ὡς ἔοικεν μὲν σκυτοτόμος καὶ ὑφάντης, ἐὰν ἀφέντες ἐφ᾽ κάθηνται περιέρχωνται συλλέγοντες τοὺς προσφοιτήσοντας, οὐ μόνον οὐ πράξουσι τὰ ἐπιβάλλοντα ἑαυτοῖς, ἀλλὰ καὶ διαφθεροῦσι τὰς τέχνας, δὲ ῥήτωρ ἐὰν τοὺς λόγους ἀφεὶς τοὺς ἀκουσομένους συλλέγῃ, κάλλισθ᾽ οὕτω περὶ τῶν ἑαυτοῦ βουλεύσεται; οὒκ, ἀλλ᾽ οὕτω καὶ μάλισθ᾽, ὥς γ᾽ ἐγὼ φαίην ἂν, τὰ ὑπάρχοντα διαφθερεῖ. καὶ μὴν εἰ πανταχοῦ τὸ τὴν τάξιν λιπεῖν αἰσχρὸν καὶ παρὰ τοὺς νόμους, ῥήτωρ γε μάλιστ᾽ ἂν οὕτω λίποι τὴν τάξιν, εἰ τοὺς τυχόντας θεραπεύων φαυλότερον καθ᾽ αὑτὸν τὸ σχῆμα τῆς τέχνης ποιοῖ. σκέψαι γὰρ εἴ σοι τῶν καλῶς ἐχόντων λόγον καταλιπόντων εἶναι δοκεῖ τοὺς μὲν γῆμαι προθυμουμένους παρὰ τὰς τῶν κορῶν θύρας καθέζεσθαι, θεραπεύοντας αὐτὰς γονέας τινα ἄλλον τῶν προσηκόντων, τοὺς δὲ τῶν λόγων ἐπιθυμητὰς εἶναι φάσκοντας ἀμελήσαντας θεραπεύειν τὸν ῥήτορα αὐτὸν καὶ πειρᾶσθαι πείθειν ἀμωσγέπως προσέσθαι σφᾶς εἰς τὴν κοινωνίαν, ἔπειτα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: