previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καταιτιᾶσθαι καὶ λέγειν ὡς ἄρ᾽ οὐ βούλεται. καὶ τίς πρὸς θεῶν σοι Κάλχας Μόψος ταῦτα ἐμαντεύσατο; οὐ γὰρ αὐτὸς ἐπειράθης. καὶ μὴν οὐδ᾽ ἐκεῖνό γ᾽ ἔστ᾽ εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας τέχνας μετιόντες ἴσασι καλῶς δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δ᾽ ἐπὶ τῶν λόγων ὄντες μόνοι πάντων μάλιστά γε ἀγνοήσουσιν. [p. 576] ἀλλ᾽ αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀληθινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι, τὸ δ᾽ ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν. εἰκότως: οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γ᾽ αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι.

φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεάσασθε, κἂν μὲν εὑρίσκητε ῥᾳθυμοῦντα τι τῶν πάντων ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον νῦν πρότερον λέγω, μᾶλλον δ᾽ ὅλως ἐλλελοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε τι βούλεσθε. εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην, πέρα δ᾽ οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δ᾽ εἴργασται μὲν καὶ πέπρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς ἐπιμελέστατα, περιείργασται δ᾽ οὐδαμῶς: εἰ ταῦθ᾽ οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπ᾽ ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι, ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, [p. 577] τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερ᾽ αὐτῶν ἁμαρτήματα καὶ κακά. σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων. ἐμοὶ γὰρ ἔδωκεν θεὸς νέῳ ἔτ᾽ ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώτας παρ᾽ ἐκείνων μὴν πρωτεύσειν γενέσθαι μοι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: