previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἠξίουν ῥᾳθυμεῖν, ἕτεροι δ᾽ εἰσὶν οἷς λόγων ὀλίγον μέλει.

πρότερον μὲν οὖν ἔγωγε οὐκ ᾔδειν πρὸς τί ποτ᾽ εἴη λεγόμενον τὸ προσεγκαλεῖν τοὺς φῶρας, νυνὶ δέ μοι δοκῶ γιγνώσκειν. ὅταν γὰρ οἷς ἀπαντᾶν ἐπὶ τὰς μελέτας καὶ τὰς ἀκροάσεις προσῆκον, τοῦτο παρέντες ὡς οὐδεὶς ἔσθ᾽ λέγων αἰτιῶνται, πῶς οὐ τὰ σφέτερ᾽ αὐτῶν ἑτέρων λογίζονται, ὥσπερ ἂν εἴ τινες ἡλίου καθαρῶς φλέγοντος μύσαντες λέγουσι τὸ φαινόμενον οὐκ εἶναι. ἀλλ᾽ οἶμαι. ταῦτα μέν ἐστιν αὑτοὺς ἐξαπατώντων, δοκούντων δὲ ἑτέρους. ὡς δ᾽ εἰκός τέ ἐστι καὶ δεῖ διανοεῖσθαι περὶ τούτων, εἰ βούλεσθε, ἀκούσατε. ἐγὼ νομίζω τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα ἄχρι μὲν τοῦ μεταχειρίζεσθαι πρὸς τοὺς μετιόντας εἶναι, τὸ πέρας δ᾽ οὐκέτι πρὸς τούτους, ἀλλ᾽ εἶναι διττὴν χρῆσιν ἁπάσης τέχνης, τὴν μὲν αὐτοῦ τοῦ τὸ ἔργον μεταχειριζομένου, τὴν δὲ τῶν χρωμένων. ὅταν μὲν οὖν τις ἐκλίπῃ τὰς οἰκείας πράξεις, ὑπεύθυνος κατὰ τοῦτο: γὰρ δὴ χρῆσθαι βουληθεὶς κεκώλυται: ὅταν δ᾽ μὲν ὡς οἷόν τε μάλιστα ἐργάζηται τὰ ἑαυτοῦ, οἱ δ᾽ ἐκποδὼν ὦσιν, οὐχ πράττων, οἶμαι, τὰ δέοντα ὑπεύθυνος, ἀλλ᾽ οἱ μὴ χρώμενοι. τί χρὴ τὸν ἰατρὸν τὸν ἀγαθὸν ποιεῖν; παρεσκευάσθαι τὰ φάρμακα, τὴν χεῖρα, τὴν ἐπιστήμην: χρῆσθαι δὲ τούτοις κελεύειν οὐκέτι τῆς τέχνης ἐστὶν, ἀλλὰ δεῖ τὸν κάμνοντα βαδίζειν, πέμπειν ὡς ἐκεῖνον. ἂν δέ γε ἰατρὸς δέηται τοῦ σωθῆναι δεομένου, νὴ Δί᾽ κυβερνήτης τῶν πλεῦσαι δεομένων, τῶν ἀμφισβητούντων [p. 574] δικαστὴς, τῶν στρατιωτῶν στρατηγὸς, ῥήτωρ τῶν ἀκροατῶν, ἄνω ποταμῶν ἅπαντ᾽ ἂν εἴη τὰ πράγματα. μὴ γὰρ ὅτι ἐν τοῖς σπουδαίοις καὶ τοσοῦτον ἀξίᾳ προήκουσιν, ἀλλ᾽ ἐπὶ τῶν βαναύσων τεχνῶν οὐδαμοῦ τοῦτο ἐνομίσθη, τοὺς δημιουργοὺς παρὰ τοὺς χρῄζοντας ἰέναι δεησομένους αὑτοῖς χρῆσθαι, ἀλλ᾽ οἱ μὲν χρῄζοντες οἰκοδομῆσαι δέονται τῶν τεκτόνων, οὐχ οἱ τέκτονες τούτων: γεωργὸς δὲ ἐπὶ τὰς τοῦ χαλκέως βαδιεῖται θύρας, ὅταν σμινύης τινος ἄλλου τῶν τοιούτων δεηθῇ, καὶ πάλιν γε ὡς ἐκεῖνον χαλκεὺς, ὅταν σίτου. κουρέα δὲ ἤδη πώποτ᾽ εἶδες προσιόντα τῳ καὶ λέγοντα, βέλτιστε ἀνδρῶν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: