previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περικομίζοντας, οὐκ εἰς ἀκροάσεις μὰ Δία ῥητόρων συγκαλοῦντας, [p. 580] ὥσπερ ἐγὼ καὶ περὶ Κῶν ταυτηνὶ τὴν Μεροπίδα καὶ ἐν Κνίδῳ ποτὲ εἶδον ἐπ᾽ ἐμαυτοῦ γενόμενον, ἀλλ᾽ ἴστε ὅτι δεξαμενὰς ἐπαινοῦσι, καὶ δεῦρ᾽ ἄγ᾽ ἰὼν νῆα κατάστησον, καὶ τοῖς καταίρουσι τοιαῦτ᾽ ἐπαγγέλλουσι καὶ τοιαῦτα προξενοῦσιν. ὅταν οὖν ἑτέρωθεν μὲν ῥήτωρ ἀγωνιούμενος εἰσίῃ, ἑτέρωθεν δὲ ῥέμβος ὑμῖν ἀμφιθαλὴς ἥκῃ τὰ τοιαῦτα ὑπισχνούμενος, εἰκότως, οἶμαι, συμβαίνει τὴν νίκην ἐκείνου τοῦ μέρους γίγνεσθαι, καὶ μήτε πρεσβύτερον μηδένα μήτε νεώτερον ῥᾳδίως ἐθέλειν σωφρονεῖν. ταῦτ᾽ ἐστὶν τοὺς λέγοντας ὑποσκελίζει, ταῦθ᾽ ὥσπερ νέφος σκοτόμαινα ἐπισκοτεῖ πᾶσι τοῖς περὶ παιδείαν καλοῖς. πρὸς [p. 581] δὲ τούτοις οἱ κατάπτυστοι σοφισταὶ πείθουσιν ὑμᾶς ὡς ἄρα καὶ τῷ Ὁμήρῳ τοῦτο μέγιστον ὑπάρξειεν, υἱὸν Μέλητος γενέσθαι. πᾶς τις οὖν ἵεται σπουδῇ παρὰ τὸν πατέρα αὐτοῦ φιλοσοφήσων ἐκεῖ, καὶ οὐδὲ ἐξ αὐτῶν τούτων ἐνθυμηθῆναι δύνασθε εἰ τὰ μάλιστα ἀληθῆ λέγουσιν, ὅτι οὐδ᾽ αὐτῷ τῷ Ὁμήρῳ ἤρκει παρὰ τὰς ὄχθας ἐσκηνῆσθαι τοῦ πατρὸς, οὐδὲ τοῖς ἰχθύσι συμπαρανεῖν ἀδελφοῖς οὖσιν ἑαυτοῦ, ὡς τούτων λόγος, ἀλλ᾽ οὕτως αὐχμηρόν τινα ἐβίω βίον ὥστε πολλαχῆ δῆλός ἐστι στέργων, εἰ τῶν ἀναγκαίων εὐποροίη, λουτρὰ δὲ αὐτοσχέδια καὶ δὴ ἐπ᾽ ὀνήσει καμνόντων σωμάτων, ὥς φησι Πλάτων, ἀπεδέχετο, περαιτέρω δὲ οὐκ εἴα τρυφᾶν. τὸ δὲ πλείστην ἅπασιν ἁπάντων ὀλιγωρίαν ἐμπεποιηκὸς ἀδιήγητός ἐστιν αὕτη φθορά. πᾶς γάρ τις δεδιὼς μὴ φθάσειε προδιαφθαρεὶς, αὑτὸν ἐλπίζων ἀπόλλυσι, πάντα μὲν τὰ αἴσχιστα ἐν κέρδους τάξει τιθέμενος, πᾶν δ᾽ ὅσον χρηστὸν ζημίαν καὶ πόνους ἄλλως ὑπολαμβάνων, ὡς εἰ μὴ ἀμφότερα λωβηθεὶς ἀπίοι παρὰ τοὺς πλείονας καὶ τὴν γνώμην καὶ τὸ σῶμα, οὐκ ἐσομένης αὐτῷ χώρας ἐκεῖ. τὸ δ᾽, οἶμαι, πᾶν τοὐναντίον ἦν: ἐπειδὴ τοιαῦτ᾽ ἀφέστηκεν, ἀπολαῦσαι τοῦ βίου τὰ [p. 582]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: