previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλ᾽ ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων. εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν: οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιούτοις ἐφοβεῖτο προσιέναι. [2] γινομένης οὖν διατριβῆς μακροτέρας οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν: νυκτὸς δὲ ἐπελθούσης καθεύδειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸνἀνόητος, Θήρων, εἶ: [p. 21] ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν ἐρημίᾳ, ὡς μόνος λῃστής. [3] οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλιπόντες ἡμᾶς ἀποπλεύσωσιν: οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρατολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους ἄνδρας ὧν ᾔδεις. [4] νῦν μὲν οὖνεἶπενἐξ ἀνάγκης κάθευδε, ἡμέρας δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου δυσδιάθετον.’ κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας. [5] ἔδοξεν οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν. [6] ἐν δὲ τῷ μεταξὺ παρῄει πλῆθος ἀνθρώπων ἐλευθέρων τε καὶ δούλων, ἐν μέσοις δὲ αὐτοῖς ἀνὴρ ἡλικίᾳ καθεστώς, μελανειμονῶν καὶ σκυθρωπός. ἀναστὰς οὖν Θήρωνπερίεργον γὰρ ἀνθρώπου φύσιςἐπυνθάνετο ἑνὸς τῶν ἐπακολουθούντωντίς οὗτος;’ δὲ ἀπεκρίνατοξένος εἶναί μοι δοκεῖς μακρόθεν ἥκειν, ὃς ἀγνοεῖς Διονύσιον πλούτῳ καὶ γένει καὶ παιδείᾳ τῶν ἄλλων Ἰώνων ὑπερέχοντα, φίλον τοῦ μεγάλου [7] βασιλέως.’ ‘διατί τοίνυν μελανειμονεῖ;’ ‘τέθνηκε γὰρ αὐτοῦ γυνὴ ἧς ἤρα.’ ἔτι μᾶλλον εἴχετο τῆς ὁμιλίας Θήρων, εὑρηκὼς ἄνδρα πλούσιον καὶ φιλογύναιον. οὐκέτ᾽ οὖν ἀνῆκε τὸν ἄνδρα ἀλλ᾽ [8] ἐπυνθάνετοτίνα χώραν ἔχεις παρ᾽ αὐτῷ;’ κἀκεῖνος ἀπεκρίνατοδιοικητής εἰμι τῶν ὅλων, τρέφω δὲ αὐτῷ καὶ τὴν θυγατέρα, παιδίον νήπιον, μητρὸς ἀθλίας πρὸ ὥρας ὀρφανόν.’ Θήρωντί σὺ καλῇ;’ ‘Λεωνᾶς.’ [p. 22]Εὐκαίρωςφησίν, ‘ Λεωνᾶ, συνέβαλον. Ἔμπορός εἰμι καὶ πλέω νῦν ἐξ Ἰταλίας, ὅθεν οὐδὲν οἶδα τῶν ἐν Ἰωνίᾳ. Γυνὴ δὲ Συβαρῖτις, εὐδαιμονεστάτη τῶν ἐκεῖ, καλλίστην ἅβραν ἔχουσα διὰ ζηλοτυπίαν ἐπώλησεν, ἐγὼ δὲ αὐτὴν ἐπριάμην. [9] Σοὶ οὖν γενέσθω τὸ κέρδος, εἴτε σεαυτῷ θέλεις τροφὸν κατασχεῖν τοῦ παιδίου ῾πεπαίδευται γὰρ ἱκανῶς᾿ εἴτε καὶ ἀξίαν ὑπολαμβάνεις χαρίσασθαι τῷ δεσπότῃ. Λυσιτελεῖ δέ σοι μᾶλλον ἀργυρώνητον ἔχειν αὐτόν, [10] ἵνα μὴ τῇ τροφίμῃ σου μητρυιὰν ἐπαγάγηται.’ Τούτων Λεωνᾶς ἤκουσεν ἄσμενος καὶθεός μοί τιςεἶπενεὐεργέτην σε κατέπεμψεν: γὰρ ὠνειροπόλουν ὕπαρ μοι δεικνύεις: ἐλθὲ τοίνυν εἰς τὴν οἰκίαν καὶ φίλος ἤδη γενοῦ καὶ ξένος: τὴν δὲ περὶ τῆς γυναικὸς αἵρεσιν ὄψις κρινεῖ, πότερον δεσποτικόν ἐστι τὸ κτῆμα καθ̓ ἡμᾶς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: