previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον: τὰ δὲ περὶ Καλλιρρόην δευτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀνέσεως ταῖς ἀποληφθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης μόλις καὶ κατ̓ ὀλίγον ἀνέπνευσεν: ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου καὶ ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν. [2] Ἐπεὶ δὲ οὔτε ἀνὴρ οὔτε αἱ θεραπαινίδες ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος, φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν, μόλις δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ ταινιῶν καὶ ψόφον ἐποίει χρυσοῦ τε καὶ ἀργύρου: πολλὴ δὲ ἦν ἀρωμάτων εὐωδία. [3] Τότ̓ οὖν ἀνεμνήσθη τοῦ λακτίσματος καὶ τοῦ δἰ ἐκεῖνο πτώματος, μόλις τε τὸν ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον. Ἔρρηξεν οὖν φωνήν, ὅσην ἐδύνατοσώζετε, βοηθεῖτε.’ Ἐπεὶ δὲ πολλάκις αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον, ἀπήλπισεν ἤδη τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν ἐθρήνει λέγουσαοἴμοι τῶν κακῶν: ζῶσα κατορώρυγμαι μηδὲν ἀδικοῦσα καὶ ἀποθνήσκω θάνατον μακρόν. [4] Ὑγιαίνουσάν με πενθοῦσι. Τίνα τίς ἄγγελον πέμψει; Ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με ἀπέκτεινας, ἀλλ̓ ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας. Οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρρόην οὐδ̓ ἀληθῶς ἀποθανοῦσαν. Ἀλλ̓ ἤδη τάχατι βουλεύῃ περὶ γάμου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: