previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς: δὲ Θήρων [p. 16] φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης. Ἐκβαίνων δὲ πρῶτον ἐπέταξε τὴν ὑπηρεσίαν τὸν τρόπον τοῦτον. [2] Τέσσαρας μὲν ἀπέστειλεν ἐπὶ κατασκοπήν, εἴ τινες προσίοιεν εἰς τὸν τόπον, εἰ μὲν δύναιντο, φονεύειν: εἰ δὲ μή, συνθήματι μηνύειν τὴν ἄφιξιν αὐτῶν: πέμπτος δὲ αὐτὸς προσῄει τῷ τάφῳ. Τοὺς δὲ λοιποὺς ῾ἦσαν γὰρ οἱ σύμπαντες ἑκκαίδεκἀ μένειν ἐπὶ τοῦ κέλητος ἐκέλευσε καὶ τὰς κώπας ἔχειν ἐπτερωμένας, ἵνα, ἐάν τι αἰφνίδιον συμβαίνῃ, ταχέως τοὺς ἀπὸ γῆς ἁρπάσαντες ἀποπλεύσωσιν. [3] Ἐπεὶ δὲ μοχλοὶ προσηνέχθησαν καὶ σφοδροτέρα πληγὴ πρὸς τὴν ἀνάρρηξιν τοῦ τάφου, τὴν Καλλιρρόην κατελάμβανεν ὁμοῦ πάντα, φόβος, χαρά, λύπη, θαυμασμός, ἐλπίς, ἀπιστία. ‘Πόθεν ψόφος; Ἆρά τις δαίμων κατὰ νόμον κοινὸν τῶν ἀποθνησκόντων ἐπ̓ ἐμὲ παραγίνεται τὴν ἀθλίαν; Ἢψόφος οὐκ ἔστιν, ἀλλὰ φωνὴ καλούντων με τῶν ὑποχθονίων πρὸς αὑτούς; Τυμβωρύχους μᾶλλον εἰκὸς εἶναι: καὶ γὰρ τοῦτό μου ταῖς συμφοραῖς προσετέθη: πλοῦτος ἄχρηστος [4] νεκρῷ.’ Ταῦτα ἔτι λογιζομένης αὐτῆς προύβαλε τὴν κεφαλὴν λῃστὴς καὶ κατὰ μικρὸν εἰσεδύετο. Καλλιρρόη δ̓ αὐτῷ προσέπεσε, βουλομένη δεηθῆναι: κἀκεῖνος φοβηθεὶς ἐξεπήδησε, τρέμων δὲ πρὸς τοὺς ἑταίρους ἐφθέγξατοφεύγωμεν ἐντεῦθεν: δαίμων γάρ τις φυλάττει τὰ ἔνδον καὶ εἰσελθεῖν ἡμῖν οὐκ ἐπιτρέπει.’ Κατεγέλασε Θήρων, [5] δειλὸν εἰπὼν καὶ νεκρότερον τῆς τεθνεώσης, εἶτα ἐκέλευσε ἄλλον εἰσελθεῖν. Ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος τὸ ξίφος. Λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα Καλλιρρόη, μὴ φονευθῇ, πρὸς τὴν γωνίαν ἐξέτεινεν ἑαυτὴν κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφιεῖσα [p. 17] φωνήνἐλέησον, ὅστις ποτ̓ εἶ, τὴν οὐκ ἐλεηθεῖσαν ὑπ̓ ἀνδρὸς οὐδὲ γονέων: μὴ ἀποκτείνῃς ἣν σέσωκας.’ [6] Μᾶλλον ἐθάρρησεν Θήρων καὶ οἷα δεινὸς ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν: ἔστη δὲ σύννους καὶ τὸ μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως: ταχεῖα δὲ διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπενἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος: πολὺς μὲν ἄργυρος ἐνταῦθα πολὺς δὲ χρυσός, τούτων δὲ πάντων [7] τὸ τῆς γυναικὸς τιμιώτερον κάλλος.’ Λαβόμενος οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν συνεργὸνἰδοὺφησὶν δαίμων, ὃν ἐφοβοῦ: καλός γε λῃστὴς φοβηθεὶς γυναῖκα. Σὺ μὲν οὖν φύλαττε ταύτην: θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν: ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον ἀποκείμενα, μηκέτι μηδὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: