previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δὲ τοὺς γραμματεῖς ταπεινώσας καὶ ποιήσας ὑποχειρίους, καὶ τοῖς πράγμασιν ὡς αὐτὸς ἐβούλετο χρώμενος, ὀλίγῳ χρόνῳ τὸ ταμιεῖον ἀπέδειξε τοῦ βουλευτηρίου σεμνότερον, ὡς καὶ λέγειν καὶ φρονεῖν ἅπαντας ὅτι Κάτων ὑπατείας ἀξίωμα τῇ ταμιείᾳ περιέθηκε. [2] πρῶτον μὲν γὰρ εὑρὼν χρέα παλαιὰ τῷ δημοσίῳ πολλοὺς ὀφείλοντας καὶ πολλοῖς τὸ δημόσιον, ἅμα τὴν πόλιν ἔπαυσεν ἀδικουμένην καὶ ἀδικοῦσαν, τοὺς μὲν εὐτόνως καὶ ἀπαραιτήτως ἀπαιτῶν, τοῖς δὲ ταχέως ἀποδιδοὺς καὶ προθύμως, ὥστε τὸν δῆμον ἥδεσθαι τοὺς μὲν οἰομένους ἀποστερήσειν ἐκτίνοντας ὁρῶντα, τοὺς δὲ μὴ προσεδόκων ἀπολαμβάνοντας, [3] ἔπειτα γράμματα πολλῶν οὐ προσηκόντως ἀναφερόντων, καὶ δόγματα ψευδῆ [p. 274] παραδέχεσθαι χάριτι καὶ δεήσει τῶν προτέρων εἰωθότων, οὐδὲν αὐτὸν ἔλαθε γινόμενον τοιοῦτον, ἀλλ᾽ ὑπὲρ ἑνός ποτε δόγματος ἐνδοιάσας εἰ κύριον γέγονε, πολλῶν μαρτυρούντων οὐκ ἐπίστευσεν, οὐδὲ κατέταξε πρότερον τοὺς ὑπάτους ἐπομόσαι παραγενομένους. [4] ὄντων δὲ πολλῶν οἷς Σύλλας ἐκεῖνος ἀποκτείνασιν ἄνδρας ἐκ προγραφῆς γέρας ἔδωκεν ἀνὰ μυρίας δισχιλίας δραχμάς, ἅπαντες μὲν αὐτοὺς ὡς ἐναγεῖς καὶ μιαροὺς ἑμίσουν, ἀμύνασθαι δὲ οὐδεὶς ἐτόλμα, Κάτων δὲ προσκαλούμενος ἕκαστον ἔχοντα δημόσιον ἀργύριον ἀδίκως ἐξέπραττεν, ἅμα θυμῷ καὶ λόγῳ τὸ τῆς πράξεως ἀνόσιον καὶ παράνομον ἐξονειδίζων. [5] οἱ δὲ τοῦτο παθόντες εὐθὺς ἦσαν ἔνοχοι φόνῳ, καὶ τρόπον τινὰ προηλωκότες ἀπήγοντο πρὸς τοὺς δικαστὰς καὶ δίκας ἔτινον, ἡδομένων πάντων καὶ νομιζόντων συνεξαλείφεσθαι τὴν τότε τυραννίδα καὶ Σύλλαν αὐτὸν ἐφορᾶν κολαζόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: