previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ περὶ τὸν Λέντλον ἀναιρεθέντων, καὶ τοῦ Καίσαρος περὶ ὧν εἰσηγγέλθη καὶ διεβλήθη πρὸς τὴν σύγκλητον εἰς τὸν δῆμον καταφυγόντος καὶ τὰ πολλὰ νοσοῦντα καὶ διεφθαρμένα τῆς πολιτείας μέρη ταράττοντος καὶ συνάγοντος πρὸς αὑτόν, Κάτων φοβηθεὶς ἔπεισε τὴν βουλὴν ἀναλαβεῖν τὸν ἄπορον καὶ ἀνέμητον ὄχλον εἰς τὸ σιτηρέσιον, ἀναλώματος μὲν ὄντος ἐνιαυσίου χιλίων καὶ διακοσίων καὶ πεντήκοντα ταλάντων, περιφανῶς δὲ τῇ φιλανθρωπίᾳ ταύτῃ καὶ χάριτι τῆς ἀπειλῆς ἐκείνης διαλυθείσης. [2] ἐντεῦθεν εἰς τὴν δημαρχίαν ἐμπεσὼν Μέτελλος ἐκκλησίας τε θορυβώδεις συνῆγε, καὶ νόμον ἔγραψε Πομπήϊον Μᾶγνον ἰέναι κατὰ τάχος μετὰ τῶν δυνάμεων εἰς Ἰταλίαν καὶ παραλαβόντα σῴζειν τὴν πόλιν, ὡς ὑπὸ Κατιλίνα κινδυνεύουσαν. ἦν δὲ τοῦτο λόγος εὐπρεπής, ἔργον δὲ τοῦ νόμου καί τέλος ἐγχειρίσαι τὰ πράγματα Πομπηΐῳ καὶ παραδοῦναι τὴν ἡγεμονίαν. [3] γενομένης δὲ βουλῆς καὶ τοῦ Κάτωνος οὐχ, ὥσπερ εἰώθει, τῷ Μετέλλῳ σφοδρῶς ἐμπεσόντος, ἀλλ᾽ ἐπιεικῆ πολλὰ καὶ μέτρια παραινέσαντος, τέλος δὲ καὶ πρὸς δεήσεις τραπομένου καὶ τὴν Μετέλλων οἰκίαν ἀεὶ γενομένην ἀριστοκρατικὴν ἐπαινέσαντος, ἔτι μᾶλλον ἐξαρθεὶς καὶ καταφρονήσας Μέτελλος ὡς ἐνδιδόντος αὐτοῦ καὶ πτήσσοντος εἰς ὑπερηφάνους ἀπειλὰς καὶ λόγους θρασεῖς ἐξέπεσεν, ὡς βίᾳ πάντα τῆς βουλῆς διαπραξόμενος. [4] οὕτω δὴ μεταβαλὼν Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖς ἄλλοις διατεταμένως ὅτι ζῶντος [p. 298] αὐτοῦ Πομπήϊος οὐ παρέσται μεθ᾽ ὅπλων εἰς τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς οὐδέτερος μὲν καθέστηκεν οὐδὲ χρῆται λογισμοῖς ἀσφαλέσιν, ἔστι δὲ μὲν Μετέλλου πολιτεία μανία δι᾽ ὑπερβολὴν κακίας φερομένη πρὸς ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, δὲ Κάτωνος ἀρετῆς ἐνθουσιασμός ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: