previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπαρθεὶς οὖν Καῖσαρ ἄλλον εἰσέφερε νόμον, τὴν Καμπανίαν σχεδὸν ὅλην προσκατανέμοντα Τοῖς ἀπόροις καὶ πένησιν. ἀντέλεγε δὲ οὐδεὶς πλὴν τοῦ Κάτωνος, καὶ τοῦτον ἀπὸ τοῦ βήματος Καῖσαρ εἷλκεν εἰς δεσμωτήριον, οὐδέν τι μᾶλλον ὑφιέμενον τῆς παρρησίας, ἀλλ᾽ ἐν τῷ βαδίζειν ἅμα περὶ τοῦ νόμου [p. 316] διαλεγόμενον καὶ παραινοῦντα παύσασθαι τοιαῦτα πολιτευομένους, [2] ἐπηκολούθει δὲ βουλὴ μετὰ κατηφείας, καὶ τοῦ δήμου τὸ βέλτιστον ἀγανακτοῦν σιωπῇ καὶ ἀχθόμενον, ὥστε τὸν Καίσαρα μὴ λανθάνειν βαρέως φέροντας, ἀλλὰ φιλονεικῶν καὶ περιμένων ὑπὸ τοῦ Κάτωνος ἐπίκλησιν γενέσθαι καὶ δέησιν προῆγεν. ἐπεὶ δὲ ἐκεῖνος ἦν δῆλος οὐδὲ μελλήσων τι ποιεῖν, ἡττηθεὶς ὑπὸ αἰσχύνης καὶ ἀδοξίας Καῖσαρ αὐτός τινα τῶν δημάρχων ὑφῆκε πείσας ἐξελέσθαι τὸν Κάτωνα. [3] τοῖς μέντοι νόμοις ἐκείνοις καὶ ταῖς χάρισι τιθασεύσαντες τὸν ὄχλον, ἐψηφίσαντο Καίσαρι μὲν Ἰλλυριῶν καὶ Γαλατίας ἀρχὴν ἁπάσης καὶ τέσσαρα τάγματα στρατιᾶς εἰς πενταετίαν, προλέγοντος Κάτωνος ὡς εἰς ἀκρόπολιν τὸν τύραννον αὐτοὶ ταῖς ἑαυτῶν ψήφοις ἱδρύουσι, Πόπλιον δὲ Κλώδιον ἐκ πατρικίων εἰς δημοτικοὺς παρανόμως μεταστήσαντες ἀπέδειξαν δήμαρχον, [4] ἐπὶ μισθῷ τῇ Κικέρωνος ἐξελάσει πάντα πρὸς χάριν ἐκείνοις πολιτευόμενον, ὑπάτους δὲ Πείσωνά τε Καλπούρνιον, ὃς ἦν πατὴρ τῆς Καίσαρος γυναικός, καὶ Γαβίνιον Αὖλον, ἐκ τῶν Πομπηΐου κόλπων ἄνθρωπον, ὥς φασιν οἱ τὸν τρόπον αὐτοῦ καὶ τὸν βίον εἰδότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: