previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ δὲ δουλικοῦ πολέμου συνεστῶτος, ὃν Σπαρτάκειον ἐκάλουν, Γέλλιος μὲν ἐστρατήγει, Κάτων δὲ τῆς στρατείας μετεῖχεν ἐθελοντὴς, διὰ τὸν ἀδελφόν: ἐχιλιάρχει γὰρ ἀδελφὸς αὐτοῦ Καιπίων. καὶ χρήσασθαι μὲν εἰς ὅσον ἐβούλετο τῇ προθυμίᾳ καὶ ἀσκήσει τῆς ἀρετῆς οὐχ ὑπῆρξεν αὐτῷ, διὰ τὸ μὴ καλῶς στρατηγεῖσθαι τὸν πόλεμον ἄλλως δὲ, παρὰ πολλὴν μαλακίαν καὶ τρυφὴν τῶν ἐκεῖ στρατευομένων ἐπιδεικνύμενος εὐταξίαν καὶ ἐγκράτειαν καὶ τὸ θαρραλέον ἐν πᾶσι καὶ ξυνετόν, ἐδόκει μηθὲν ἀποδεῖν τοῦ παλαιοῦ Κάτωνος, [2] δὲ Γέλλιος ἀριστεῖα καὶ τιμὰς αὐτῷ διαπρεπεῖς ἔγραψεν, ἃς ἐκεῖνος οὐκ ἔλαβεν οὐδὲ προσήκατο, φήσας ἄξιον μηθὲν εἰργάσθαι τιμῶν, ἔκ τε δὴ τούτων ἀλλόκοτος ἐδόκει, καὶ νόμου γραφέντος ὅπως τοῖς παραγγέλλουσιν εἰς ἀρχὴν ὀνοματολόγοι μὴ παρῶσι, χιλιαρχίαν μετιὼν μόνος ἐπείθετο τῷ νόμῳ καὶ δι᾽ αὑτοῦ ποιησάμενος ἔργον ἀσπάζεσθαι καὶ προσαγορεύειν τοὺς ἐντυγχάνοντας, οὐδὲ αὐτοῖς ἀνεπαχθὴς ἦν τοῖς ἐπαινοῦσιν, ὅσον μᾶλλον ἐνόουν τὸ καλὸν ὧν ἐπετήδευε, τὸ δυσμίμητον αὐτῶν βαρυνομένοις. [p. 254]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: