This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[233]
ἐν τοιαύτῃ δὲ μοι ταραχῇ καθεστηκότι καὶ μεταβολὰς ποιουμένῳ πολλὰς ἔδοξε κράτιστον εἶναι παρακαλέσαντι τῶν πεπλησιακότων τοὺς ἐπιδημοῦντας βουλεύσασθαι μετ᾽ αὐτῶν, πότεροι ἀφανιστέος παντάπασίν ἐστιν ἢ διαδοτέος τοῖς βουλομένοις λαμβάνειν, ὁπότερα δ᾽ ἂν ἐκείνοις δόξῃ, ταῦτα ποιεῖν. τούτων γνωσθέντων οὐδεμίαν διατριβὴν ἐποιησάμην, ἀλλ᾽ εὐθὺς παρεκέκληντο μὲν οὓς εἶπον, προειρηκὼς δ᾽ ἦν αὐτοῖς ἐφ᾽ ἃ συνεληλυθότες ἦσαν, ἀνέγνωστο δ᾽ ὁ λόγος, ἐπῃνημένος δ᾽ ἦν καὶ τεθορυβημένος καὶ τετυχηκὼς ὧνπερ οἱ κατορθοῦντες ἐν ταῖς ἐπιδείξεσιν.