This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
οὐκ ἀγνοῶ δ᾽ ἡλίκος ὢν ὅσον ἔργον ἐνίσταμαι τὸ μέγεθος, ἀλλ᾽ ἀκριβῶς εἰδὼς καὶ πολλάκις εἰρηκὼς ὅτι τὰ μὲν μικρὰ τῶν πραγμάτων ῥᾴδιον τοῖς λόγοις αὐξῆσαι, τοῖς δ᾽ ὑπερβάλλουσι τῶν ἔργων καὶ τῷ μεγέθει καὶ τῷ κάλλει χαλεπὸν ἐξισῶσαι τοὺς ἐπαίνους.