This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
“Ὅρκος1—Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν
τῆς ἐλευθερίας οὐδ᾽ ἐγκαταλείψω2 τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε
ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας
θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς
Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβάρου
προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ
καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλ᾽ ὑπόμνημα
τοῖς ἐπιγιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας.”
1 Huius iurisiurandi formulam, aliquanto breviorem, tradit Dio. Sic. 11.29.
2 οὐδ᾽ ἐγκαταλείψω Sauppe: οὐδὲ καταλείψω codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.