previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταύτην ἀποδειξαμένου τὴν γνώμην Γενυκίου πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγίνετο, καὶ οἱ μετ᾽ ἐκεῖνον ἀνιστάμενοι μικροῦ δεῖν πάντες ταῦτα συνεχώρουν κράτιστα εἶναι. γράφεται δὴ τὸ προβούλευμα ὑπὸ τῶν ὑπάτων, καὶ λαβόντες αὐτὸ μετὰ πολλῆς χαρᾶς οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα καλέσαντες τὸ πλῆθος εἰς τὴν ἐκκλησίαν, πολλοὺς διέθεντο τῆς βουλῆς ἐπαίνους, καὶ παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευον τοῖς ἐθέλουσι τῶν δημοτικῶν ἅμα τοῖς πατρικίοις. [2] οὕτω δ᾽ ἄρα κοῦφόν τι πρᾶγμά ἐστιν ἐπιθυμία δίχα λόγου γινομένη καὶ ταχὺ μεταπῖπτον ἐπὶ θάτερα μέρη, μάλιστα δ᾽ τῶν ὄχλων, ὥσθ᾽ οἱ περὶ παντὸς ποιούμενοι τέως τῆς ἀρχῆς μεταλαβεῖν καί, εἰ μὴ δοθείη τοῦτ᾽ αὐτοῖς ὑπὸ τῶν πατρικίων, καταλείψοντες τὴν [p. 210] πόλιν ὡς πρότερον, διὰ τῶν ὅπλων αὐτὸ ληψόμενοι, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον, ἀπέστησαν εὐθὺς τῆς ἐπιθυμίας καὶ τὰς σπουδὰς ἐπὶ θάτερον μετέβαλον. [3] πολλῶν γέ τοι δημοτικῶν παραγγελλόντων τὴν χιλιαρχίαν καὶ κατεσπουδασμένας ποιουμένων τὰς δεήσεις, οὐδένα τῆς τιμῆς ταύτης ἄξιον εἶναι ὑπέλαβον, ἀλλὰ γενόμενοι τῆς ψήφου κύριοι τοὺς ἐκ τῶν πατρικίων μετιόντας αὐτὴν ἄνδρας ἐπιφανεῖς χιλιάρχους ἀποδεικνύουσιν, Αὖλον Σεμπρώνιον Ἀτρατῖνον καὶ Λεύκιον Ἀτίλιον Λοῦσκον καὶ Τίτον Κλύλιον Σικελόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: