previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νώνας καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται;’

πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος ἱστορεῖ, ὅτι μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας καλοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλίαν ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν; νομισθείσης δὲ τῆς μετὰ τὰς εἰδοὺς ἀποφράδος προήγαγεν ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος [p. 42] δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν τήν τε μετὰ νώνας καὶ τὴν μετὰ καλάνδας;

τοῦτο μὲν ἔχει πολλὰς ἀλογίας; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην ἡττήθησαν, ἣν Ἀλιάδα διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, ἀλλ᾽ ἑκάστην ἐν συνέτυχε, τὸ τε ταῖς μετὰ νώνας καὶ καλάνδας ἁπλῶς ἁπάσαις προστρίψασθαι τὴν δεισιδαιμονίαν ἀπιθανώτατον.

ὅρα δὴ μή, καθάπερ τῶν μηνῶν τὸν μὲν πρῶτον ὀλυμπίοις θεοῖς ἱέρωσαν, τὸν δὲ δεύτερον χθονίοις ἐν καὶ καθαρμούς τινας τελοῦσι καὶ τοῖς κατοιχομένοις ἐναγίζουσιν, οὕτω καὶ τῶν ἡμερῶν τὰς μὲν οἷον ἀρχὰς καὶ κυρίας ὥσπερ εἴρηται τρεῖς οὔσας ἑορτασίμους καὶ ἱερὰς ἔθεντο, τὰς δ᾽ ἐφεξῆς δαίμοσι καὶ φθιτοῖς ἐπιφημίσαντες ἀποφράδας καὶ ἀπράκτους ἐνόμισαν. καὶ γὰρ Ἕλληνες ἐν τῇ νουμηνίᾳ τοὺς θεοὺς σεβόμενοι, τὴν δευτέραν ἥρωσι καὶ δαίμοσιν ἀποδεδώκασι καὶ τῶν κρατήρων δεύτερος ἥρωσιν ἐπικίρναται καὶ ἡρωίσι. καὶ ὅλως ἀριθμός τις χρόνος, ἀριθμοῦ δὲ θεῖον ἀρχή μονὰς γάρ ἐστιν. δὲ μετ᾽ αὐτὴν δυὰς ἀντίπαλος τῇ ἀρχῇ καὶ ἀρτίων πρώτη. τὸ δ᾽ ἄρτιον ἐνδεὲς [p. 44] καὶ ἀτελὲς καὶ ἀόριστον, ὥσπερ αὖ τὸ περιττὸν ὥρισται καὶ περαίνει καὶ τέλειόν ἐστι. διὸ καὶ νῶναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νώναις δ᾽ εἰδοὶ δι᾽ ἐνάτης. ὁρίζουσι γὰρ οἱ περιττοὶ τὰς ἀρχάς: οἱ δὲ μετὰ τὰς ἀρχὰς ἄρτιοι ὄντες οὐκ ἔχουσι τάξιν οὐδὲ δύναμιν, ὅθεν οὐκ ἄρχονται πράξεως οὐδ᾽ ἀποδημίας ἐν ταύταις.

καὶ τὸ τοῦ Θεμιστοκλέους ἔχει λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν πρὸς τὴν ἑορτήν, ἐκείνης μὲν ἀσχολίαν καὶ κόπον ἐχούσης πολύν, αὐτὴν δὲ παρέχουσαν μετὰ σχολῆς καὶ ἡσυχίας ἀπολαῦσαι τῶν παρεσκευασμένων πρὸς τὴν ἑορτὴν ἀποκρίνασθαι δὲ πρὸς ταῦτα τὴν ἑορτὴνἀληθῆ λέγεις, ἀλλ᾽ ἐμοῦ μὴ γενομένης οὐδ᾽ ἂν σὺ ἦσθα’ ; ταῦτα δ᾽ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν.

ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδ᾽ ἐφρόντιζον ἀλλ᾽ περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτ᾽ ἔπραττον, ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ ἱερεῖς ἐπὶ τὰς θυσίας βαδίζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς ἑορτὰς οὐδ᾽ ἔπραττον ἀπαράσκευοι γὰρ ἦσαν, ἀλλ᾽ [p. 46] ἐκφροντίζοντες οἴκοι καὶ παρασκευαζόμενοι τὴν ἡμέραν ἐκείνην διετέλουν.

καθάπερ ἔτι νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς ἐνεργούς, ἀλλ᾽ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων δυσχερῆ καὶ ἀβούλητα φερόντων;

load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: