previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων;’

πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδ᾽ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην;

ὅτι καρπῶν εὑρετὴς καὶ γεωργίας ἡγεμὼν θεός; γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος

λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς
οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.
καρπῶν δ᾽ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος:: διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας δι᾽ ἐννέα ἡμερῶν ἐπ᾽ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι: [p. 74] πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν.

ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: