Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί δ᾽
οἱ πρεσβεύοντες εἰς Ῥώμην ὁποθενοῦν ἐπὶ τὸν τοῦ Κρόνου ναὸν βαδίζοντες
ἀπογράφονται πρὸς τοὺς ἐπάρχους τοῦ ταμιείου;’
πότερον ὡς ξένου τοῦ Κρόνου γενομένου καὶ διὰ
τοῦτο τοῖς ξένοις χαίροντος, ἢ καὶ τοῦτο λύεται
τῇ ἱστορίᾳ; τὸ γὰρ παλαιὸν, ὡς ἔοικεν, οἱ ταμίαι ξένια τοῖς πρεσβεύουσιν ἔπεμπον ἐκαλεῖτο δὲ
‘λαύτια’ τὰ πεμπόμενα, καὶ νοσούντων
ἐπεμέλοντο καὶ τελευτήσαντας ἔθαπτον ἐκ δημοσίου: νῦν δ᾽
ὑπὸ πλήθους τῶν ἀφικνουμένων πρέσβεων ἐκλέλειπται τὸ τῆς δαπάνης, μένει δ᾽ ἔτι τὸ τοῖς ἐπάρχοις τοῦ ταμιείου προεντυγχάνειν διὰ τῆς
ἀπογραφῆς.