Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῇ Ῥουμίνῃ θύουσαι γάλα κατασπένδουσι τῶν ἱερῶν, οἶνον δ᾽
οὐ προσφέρουσιν;’
ἢ ῥοῦμαν Λατῖνοι τὴν θηλὴν καλοῦσι, καὶ Ῥουμινᾶλιν ὀνομασθῆναι λέγουσιν, παρ᾽ ὅσον ἡ
λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρέσχεν; ὥσπερ
οὖν ἡμεῖς τὰς τρεφούσας τὰ παιδία γάλακτι θηλονὰς ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥουμῖνα
θηλώ τις οὖσα καὶ τιθήνη καὶ κουροτρόφος οὐ προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νηπίοις.