Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ Μουσῶν;’
ἢ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς
Ἰόβας ἱστόρηκε; καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς
διδασκόντων: ὀψὲ δ᾽ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον
Σπόριος Καρβίλιος, ἀπελεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν
ἐκβαλόντος.