previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες;’

πότερον, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν: ὅπως οὖν αἱ πιοῦσαι μὴ λανθάνωσιν ἀλλ᾽ ἐλέγχωνται περιτυγχάνουσαι τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν;

δι᾽ ἣν Ἀριστοτέλης φιλόσοφος αἰτίαν ἱστόρηκε; τὸ γὰρ πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη ταῖς Τρῳάσι καὶ περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς προσέπλευσαν, ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς [p. 16] θαλάττης: φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ διαλλαγέντων, ἐχρῶντο καὶ τὸ λοιπὸν ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς.

μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ οἰκείους;

, μὴ νενομισμένου συγγενίδας γαμεῖν, ἄχρι φιλήματος φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς συγγενείας; πρότερον γὰρ οὐκ ἐγάμουν τὰς ἀφ᾽ αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας οὐδ᾽ ἀδελφὰς γαμοῦσιν, ἀλλ᾽ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν ἐκ τοιαύτης αἰτίας ἀνὴρ χρημάτων ἐνδεὴς τὰ δ᾽ ἄλλα χρηστὸς καὶ παρ᾽ ὁντινοῦν τῷ δήμῳ τῶν πολιτευομένων ἀρέσκων, ἐπίκληρον ἀνεψιὰν ἔχων ἔδοξε καὶ πλουτεῖν ἀπ᾽ αὐτῆς: ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας, δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι γαμεῖν ἄχρι ἀνεψιῶν, τὰ δ᾽ ἀνωτέρω κεκωλῦσθαι.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: