Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;’
πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ
σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι
τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν
ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων,
ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις.
ἢ τῶν ἱερῶν οὐδέποτε δεῖ κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δ᾽ ἡ τράπεζα;