διὰ κυάνεον πόλον ἄστρωνεὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσιν.
διὰ τ᾽ ὠκυτόκοιο σελάνας:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;’
ἢ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δ᾽
ὁρατῶν ἥλιος καὶ
σελήνη; ποιεῖ δ᾽
ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ
σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς
εἰκόνας ἐκείνων τούτους, ἀλλ᾽ αὐτὸν ἐν ὕλῃ Δία
τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ
Ἰουνῶνεμ ἐπονομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος ἀπὸ τῆς σελήνης: καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον
φωτεινὴν ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην,