previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τῶν οἰωνῶν καλούμενος ἀριστερὸς αἴσιος;’

πότερον οὐκ ἔστι τοῦτ᾽ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς διάλεκτος; τὸ γὰρ ἀριστερὸνσίνιστρον ὀνομάζουσι,’ τὸ δ᾽ ἐφεῖναισίνερεκαὶσίνελέγουσιν, ὅταν ἐφεῖναι παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν.

, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; , ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες.

μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον ;

ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ παρϊστάμενοι τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. [p. 120]

τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: