Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται;’
πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν
ἰάσιμόν ἐστι τὸ δ᾽ ἀνήκεστον, αἱ μὲν ῥάβδοι
νουθετοῦσι τὸ μεταθέσθαι δυνάμενον, οἱ δὲ πελέκεις
ἀποκόπτουσι τὸ ἀνουθέτητον.