Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[p. 20]
‘διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης
ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι
δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται;’
πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν, τὸ δ᾽ ἐξαίφνης καὶ ἀπροσδοκήτως
οἷον ἐνέδρα καὶ παρατήρησει, καὶ σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν;
ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν,
εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν οἰκονομίαι καὶ
ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ πρὸς τοὺς ἔνδον: ἵν᾽
οὖν
ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται,