Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ
Καπετώλιον κατοικεῖν;’
πότερον
ὅτι Μᾶρκος Μάλλιος αὐτόθι κατοικῶν
ἐπεχείρησε τυραννίδι, δι᾽ ὃν ἀπώμοτόν φασιν εἶναι
τῷ οἴκῳ μηδενὶ Μαλλίων ὄνομα Μάρκου γενέσθαι.
ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δ᾽
οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ
δοκοῦσαν.