Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[106]
ἧς οὐδεὶς ἂν ἐπιδείξειεν οὔτ᾽ αἰσχίω πώποτε γενομένην οὔτ᾽ ἐπονειδιστοτέραν οὔτ᾽ ὀλιγωροτέραν τῶν Ἑλλήνων οὔτ᾽ ἐναντιωτέραν τοῖς λεγομένοις ὑπό τινων περὶ τῆς ἀρετῆς τῆς Λακεδαιμονίων: οἵ τινες, ὅτε μὲν αὐτοὺς ὁ βασιλεὺς δεσπότας τῶν Ἑλλήνων κατέστησεν, ἀφελέσθαι τὴν βασιλείαν αὐτοῦ καὶ τὴν εὐδαιμονίαν ἅπασαν ἐπεχείρησαν, ἐπειδὴ δὲ καταναυμαχήσας ταπεινοὺς ἐποίησεν, οὐ μικρὸν μέρος αὐτῷ τῶν Ἑλλήνων παρέδωκαν ἀλλὰ πάντας τοὺς τὴν Ἀσίαν οἰκοῦντας, διαρρήδην γράψαντες χρῆσθαι τοῦθ᾽ ὅ τι ἂν αὐτὸς βούληται,