previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[94] ὧν οὔτε τὴν βλάβην οὔτε τὴν αἰσχύνην ἔτι φέροντες οἱ Ῥωμαῖοι τὸν τότε σφῶν ἐπὶ δόξης ὄντα μεγίστης Γναῖον Πομπήιον αἱροῦνται νόμῳ στρατηγὸν ἐπὶ τριετὲς αὐτοκράτορα εἶναι θαλάσσης τε ἁπάσης στηλῶν Ἡρακλείων ἐντός ἐστι, καὶ γῆς ἀπὸ θαλάσσης ἐπὶ σταδίους τετρακοσίους ἄνω. βασιλεῦσί τε καὶ δυνάσταις καὶ ἔθνεσι καὶ πόλεσι πάσαις ἐπέστελλον ἐς πάντα συλλαμβάνειν τῷ Πομπηίῳ, καὶ αὐτῷ στρατιὰν καταλέγειν ἔδοσαν καὶ χρήματα ἀγείρειν. συνέπεμψαν δὲ καὶ παρὰ σφῶν στρατὸν πολὺν ἐκ καταλόγου, καὶ ναῦς ὅσας εἶχον, καὶ χρημάτων ἐς ἑξακισχίλια τάλαντα Ἀττικά. οὕτω μέγα καὶ δυσεργὲς ἡγοῦντο εἶναι τοσῶνδε κρατῆσαι στρατοπέδων, ἐν τοσῇδε θαλάσσῃ καὶ μυχοῖς τοσοῖσδε διαλανθανόντων τε εὐμαρῶς καὶ ὑποχωρούντων ῥᾳδίως καὶ ἐμπιπτόντων αὖθις ἀφανῶς. ἀνήρ τε οὐδείς πω πρὸ τοῦ Πομπηίου ἐπὶ τοσήνδε ἀρχὴν αἱρεθεὶς ὑπὸ Ῥωμαίων ἐξέπλευσεν, στρατιὰ μὲν αὐτίκα ἦν ἐν δώδεκα μυριάσι πεζῶν καὶ ἱππεῖς τετρακισχίλιοι, νῆες δὲ σὺν ἡμιολίαις ἑβδομήκοντα καὶ διακόσιαι, ὑπηρέται δ᾽ ἀπὸ τῆς βουλῆς, οὓς καλοῦσι πρεσβευτάς, πέντε καὶ εἴκοσιν: οἷς Πομπήιος ἐπιδιῄρει τὴν θάλασσαν, καὶ ναῦς ἐδίδου καὶ ἱππέας ἑκάστῳ καὶ στρατὸν πεζόν, καὶ στρατηγίας σημεῖα περικεῖσθαι, ἵν᾽ αὐτοκράτωρ ἐντελὴς οὗ πιστεύοιτο μέρους ἕκαστος ὑπάρχοι, αὐτὸς δ᾽, οἷα δὴ βασιλεὺς βασιλέων, αὐτοὺς περιθέοι καὶ ἐφορῴη μένοντας ἐφ᾽ ὧν ἐτάχθησαν, μηδὲ μεταδιώκων τοὺς λῃστὰς περιφέροιτο ἐξ ἔργων ἀτελῶν ἔτι ὄντων ἐς ἕτερα, ἀλλ᾽ εἶεν οἱ πανταχόθεν αὐτοῖς ἀπαντῶντές τε καὶ τὰς ἐς ἀλλήλους διαδρομὰς ἀποκλείοντες.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), LEGA´TUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: