Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
οὐκ Ἀριστογείτων ἐστίν, ὦ Ἀθηναῖοι, ὁ κατὰ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς Βραυρωνίας1 καὶ τῶν οἰκείων αὐτῆς τοιαῦτα γράψας καὶ ψευσάμενος, ὥσθ᾽ ὑμᾶς, ἐπειδὴ τὴν ἀλήθειαν ἐπύθεσθε παρὰ τῶν κατηγόρων, πέντε ταλάντων τιμῆσαι τούτῳ,2 ὅσονπερ ἦν ἐπὶ τῇ τῶν παρανόμων γραφῇ τίμημα ἐπιγεγραμμένον; οὐχ3 οὗτος πρὶν ἐκτῖσαι τοῦτο, συκοφαντῶν τὸν ἐντυγχάνοντα ὑμῶν καὶ λέγων καὶ γράφων ἐν τῷ δήμῳ διατετέλεκε, καὶ καταφρονῶν ἁπασῶν τῶν τιμωριῶν αἳ κατὰ τῶν ἀδικούντων ἐν τοῖς νόμοις εἰσὶ γεγραμμέναι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.