Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῶ, συμβήσεται: καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέπρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἢ ἔξω διατέτριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγραφεν οὐκ ἐξὸν αὐτῷ, καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερον1 ἐμοῦ γιγνώσκετε: τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆ2 κατ᾽ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρ᾽ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.