Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
οὗτος πολλὰ κακὰ διαπεπραγμένος ἐπὶ τοιούτοις εἴληπται πράγμασι νῦν ἀδικῶν, ἐφ᾽ οἷς αἰσχρόν ἐστιν ὑμῖν τοῖς δικάζουσιν ἀτιμώρητον ἐᾶσαι τοῦτον. τίνα γὰρ τρόπον, ὦ Ἀθηναῖοι, περὶ τῶν ἄλλων ἀποφάσεων οἴσετε τὴν ψῆφον; ἢ διὰ τίνας προφάσεις τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι; ἢ διὰ τί τὸ μὲν ἀποφαίνειν τὴν βουλὴν τοὺς εἰληφότας τὰ χρήματα φανεῖσθε1 σπουδάζοντες, τὸ δὲ τιμωρεῖσθαι τοὺς ἀποπεφασμένους ἐῶντες;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.