Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἆρ᾽ ἴσθ᾽ ὅτι τῆς 'Αρπάλου ἀφίξεως δυσχεροῦς οὔσης ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλήφατ᾽ ἀκριβῆ τῶν ἕνεκ᾽ ἀργυρίου καὶ χρυσίου προϊεμένων πάντα τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητε, ὦ Ἀθηναῖοι, μηδ᾽ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλ᾽ ἐκκαθάρατε, καθ᾽ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρ᾽ ἐμοῦ λόγων ἀκούειν ζητήσητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ1 τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.